Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.199 Joseph. AJ 19.204 (English) >>Joseph. AJ 19.210

19.202καὶ τοῦ μὲν θείου καὶ νομίμου μείζων ἐσπουδακὼς εἶναί τε καὶ δοκεῖν, ἡσσώμενος δὲ ἐπαίνων τῆς πληθύος καὶ πάντα, ὁπόσα αἰσχρὰ κρίνας νόμος ἐπιτιμᾷ τιμωρίαν, ἐνόμισεν ἀρετῆς. 19.203καὶ φιλίας ἀμνήμων, εἰ καὶ πλείστη τε καὶ διὰ μεγίστων γένοιτο, οἷς τότε ὀργισθείη ἐκπλήξει κολάσεως καὶ ἐλαχίσταις, πολέμιον δὲ ἡγούμενος πᾶν τὸ ἀρετῇ συνερχόμενον, ἀναντίλεκτον ἐπὶ πᾶσιν οἷς κελεύσειε τὴν ἐπιθυμίαν λαμβάνων· 19.204ὅθεν καὶ ἀδελφῇ γνησίᾳ συνῆν, ἐξ οὗ καὶ μάλιστα αὐτῷ φύεσθαι παρὰ τοῖς πολίταις ἤρξατο σφοδρότερον τὸ μῖσος διὰ τὸ πολλοῦ χρόνου μὴ ἱστορημένον εἴς τε ἀπιστίαν καὶ ἔχθραν τὴν πρὸς τὸν πράξαντα παρακαλεῖν. 19.205ἔργον δὲ μέγα βασίλειον οὐδὲν αὐτῷ πεπραγμένον εἴποι ἄν τις ἐπʼ ὠφελείᾳ τῶν συνόντων καὶ αὖθις ἀνθρώπων ἐσομένων, πλήν γε τοῦ περὶ Ῥήγιον καὶ Σικελίαν ἐπινοηθέντος ἐν ὑποδοχῇ τῶν ἀπʼ Αἰγύπτου σιτηγῶν πλοίων· 19.206τοῦτο δὲ ὁμολογουμένως μέγιστόν τε καὶ ὠφελιμώτατον τοῖς πλέουσιν· οὐ μὴν ἐπὶ τέλος γε ἀφίκετο, ἀλλʼ ἡμίεργον ὑπὸ τοῦ ἀμβλυτέρως αὐτῷ ἐπιπονεῖν κατελείφθη. 19.207αἴτιον δʼ ἦν περὶ τὰ ἀχρεῖα σπουδὴ καὶ τὸ δαπανῶντα εἰς ἡδονάς, αἳ καταμόνας ἔμελλον ὠφελεῖν, αὐτῷ ὑφαιρεῖν τῆς ἐπὶ τοῖς κρείσσοσιν ἀνωμολογημένοις φιλοτιμίας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.199 Joseph. AJ 19.204 (English) >>Joseph. AJ 19.210

Powered by PhiloLogic